Γ´ Kυριακὴ τῶν Νηστειῶν τῆς Σταυροπροσκυνήσεως
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Δοξαστικόν. Ἦχος γ´.
Χριστὸς ὁ Θεὸς ἡμῶν...
Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.
Σελίδες
Δοξαστικὸν τῶν Ἀποστίχων. Ἦχος δ´.
Ὁ συμμαχήσας...
Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.
Σελίδες
ΚΑΤΑΒΑΣΙΑΙ
Ἦχος α´.
Ὁ Θειότατος...
Ψάλλουν ὁ ἀείμνηστος Ἄρχων Πρωτ. τῆς Μ.τ.Χ.Ἐ. Βασ. Νικολαΐδης μετὰ τοῦ
Ἄρχ. Λαμπαδαρίου κ. Βασ. Ἐμμανουηλίδου.
[ 8΄ 31΄΄]
Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Λεωνίδας Ἀστέρης.
[ 4΄ 46΄΄]
Καταβασία θ´ ᾩδῆς
Ὦ Μῆτερ Παρθένε, καὶ Θεοτόκε ἀψευδής, ἡ τεκοῦσα ἀσπόρως, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐν Σταυρῷ ὑψωθέντα σαρκί, σὲ οἱ πιστοί, ἅπαντες ἀξίως, σὺν τούτῳ νῦν μεγαλύνομεν.
Ψάλλει ὁ ἀείμνηστος Ἄρχων Πρωτ. τῆς Μ.τ.Χ.Ἐ. Βασίλειος Νικολαΐδης.
[ 1΄ 28΄΄]
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦχος β´.
Σταυρὸν Χριστοῦ τὸν τίμιον, σήμερον προτεθέντα, ἰδόντες προσκυνήσωμεν, καὶ πιστῶς εὐφρανθῶμεν, κατασπαζόμενοι πόθῳ, τὸν ἐν τούτῳ θελήσει, σταυρωθέντα αἰτούμενοι, Κύριον ἀξιῶσαι, πάντας ἡμᾶς, τὸν Σταυρὸν τὸν τίμιον προσκυνῆσαι, καὶ φθάσαι τὴν Ἀνάστασιν, πάντας ἀκατακρίτως.
Τὸ ξύλον ἐν ᾧ Πάνσεμνε, τὰς ἀχράντους παλάμας, ὑπὲρ ἡμῶν ἐξέτεινε, προσπαγεὶς ὁ Υἱός σου, νῦν εὐσεβῶς προσκυνοῦμεν· δὸς ἡμῖν τὴν εἰρήνην, καὶ τὰ κοσμοσωτήρια, φθάσαι πάνσεπτα Πάθη, καὶ τὴν λαμπράν, καὶ κοσμοχαρμόσυνον προσκυνῆσαι, τοῦ Πάσχα κυριώνυμον καὶ φωσφόρον ἡμέραν.
Ψάλλουν ὁ ἀείμνηστος Ἄρχων Πρωτ. τῆς Μ.τ.Χ.Ἐ. Βασ. Νικολαΐδης μετὰ τοῦ Ἄρχ. Λαμπαδαρίου κ. Βασ. Ἐμμανουηλίδου.
[ 3΄ 13΄΄]
ΑΙΝΟΙ
Ἦχος δ´.
Ἐν φωναῖς ἀλαλάξωμεν, ἐν ᾠδαῖς μεγαλύνωμεν, τὸν Σταυρὸν τὸν τίμιον, ἀσπαζόμενοι, καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν· Σταυρὲ πανσεβάσμιε, καθαγίασον ἡμῶν, τὰς ψυχάς καὶ τὰ σώματα, τῇ δυνάμει σου, καὶ παντοίας ἐκ βλάβης ἐναντίων, διατήρησον ἀτρώτους, τοὺς εὐσεβῶς προσκυνοῦντάς σε.
Προσελθόντες ἀρύσατε, μὴ κενούμενα νάματα, τοῦ Σταυροῦ τῇ χάριτι προερχόμενα, ἰδοὺ προκείμενον βλέποντες, τὸ Ξύλον τὸ ἅγιον, χαρισμάτων τὴν πηγήν, ἀρδομένην τῷ Αἵματι, καὶ τῷ ὕδατι, τοῦ Δεσπότου τῶν ὅλων, τοῦ ἐν τούτῳ, ἑκουσίως ὑψωθέντος, καὶ τοὺς βροτοὺς ἀνυψώσαντος.
Ψάλλουν ὁ ἀείμνηστος Ἄρχων Πρωτ. τῆς Μ.τ.Χ.Ἐ. Βασ. Νικολαΐδης μετὰ τοῦ
Ἄρχ. Λαμπαδαρίου κ. Βασ. Ἐμμανουηλίδου.
[ 1΄ 49΄΄]
ΔΟΞΑΣΤΙΚΟΝ ΤΩΝ ΑΙΝΩΝ
Δόξα... Ἦχος πλ. δ´.
Τὴν ὑψηλόφρονα γνώμην, τῶν κακίστων Φαρισαίων, ὁ πάντων Κύριος, παραβολικῶς ἐκφεύγειν ταύτην ἐδίδαξε, καὶ μὴ ὑψηλοφρονεῖν, παρ᾽ ὃ δεῖ φρονεῖν, πάντας ἐπαίδευσεν, ὑπογραμμὸς καὶ τύπος, ὁ αὐτὸς γενόμενος, μέχρι Σταυροῦ καὶ θανάτου, ἑαυτὸν ἐκένωσεν. Εὐχαριστοῦντες οὖν σὺν τῷ Τελώνῃ εἴπωμεν· ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ ἀπαθὴς διαμείνας Θεός, τῶν παθῶν ἡμᾶς ῥῦσαι, καὶ σῷσον τὰς ψυχὰς ἡμῶν.
Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.
Σελίδες
Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
[ 4΄ 03΄΄]
ΑΡΓΗ ΔΟΞΟΛΟΓΙΑ
Ἦχος δ´ (Ἅγια).
Δόξα σοι τῷ δείξαντι...
Πέτρου Λαμπαδαρίου τονισθὲν ὑπὸ τοῦ κ. Λυκούργου Πετρίδου.
Σελίδες
ΕΙΣ ΤΗΝ ΠΡΟΣΚΥΝΗΣΙΝ ΤΟΥ ΣΤΑΥΡΟΥ
Ἦχος β´. Ποίημα Λέοντος Δεσπότου.
Δεῦτε πιστοί, τὸ ζωοποιὸν Ξύλον προσκυνήσωμεν· ἐν ᾧ Χριστὸς ὁ Βασιλεὺς τῆς δόξης, ἑκουσίως χεῖρας ἐκτείνας. ὕψωσεν ἡμᾶς εἰς τὴν ἀρχαίαν μακαριότητα· οὓς πρὶν ὁ ἐχθρός, δι’ ἡδονῆς συλήσας, ἐξορίστους Θεοῦ πεποίηκε. Δεῦτε πιστοὶ Ξύλον προσκυνήσωμεν, δι’ οὗ ἠξιώθημεν, τῶν ἀοράτων ἐχθρῶν συντρίβειν τὰς κάρας. Δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, τὸν Σταυρὸν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν. Χαίροις Σταυρὲ τοῦ πεσόντος Ἀδὰμ ἡ τελεία λύτρωσις· ἐν σοὶ οἱ πιστότατοι Βασιλεῖς ἡμῶν καυχῶνται ὡς τῇ σῇ δυνάμει, Ἰσμαηλίτην λαόν, κραταιῶς ὑποτάσσοντες. Σὲ νῦν μετὰ φόβου, Χριστιανοὶ ἀσπαζόμεθα, καὶ τὸν ἐν σοὶ προσπαγέντα Θεόν, δοξάζομεν λέγοντες· Κύριε, ὁ ἐν αὐτῷ προσπαγείς, ἐλέησον ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Ψάλλει ὁ Ἄρχων Λαμπαδάριος τῆς Μ.τ.Χ.Ἐ. Βασ. Ἐμμανουηλίδης.
[ 5΄ 19΄΄]
ΚΟΙΝΩΝΙΚΟΝ
Ἦχος γ´.
Ἐσημειώθη ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Ἀλληλούϊα.
Διασκευὴ ὑπὸ τοῦ Ἄρχοντος Λαμπαδαρίου τῆς Μ.τ.Χ.Ἐ. Εὐσταθίου Βιγγοπούλου.
Σελίδες
|