Ἡ κατὰ σάρκα Περιτομὴ τοῦ Κυρίου
Μνήμη ἁγιου Βασιλείου τοῦ Μεγάλου

(1 Ἰανουαρίου)

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Eἰς πολλὰ ἔτη...

Ψάλλουν ἀμφότεροι οἱ Πατριαρχικοὶ χοροὶ μὲ Ἄρχοντα Πρωτ. τῆς Μ.τ.Χ.Ἐ. τὸν ἀείμνηστον Βασίλειον Νικολαΐδην καὶ Ἄρχοντα Λαμπαδάριον τὸν κ. Βασίλειον Ἐμμανουηλίδην.
Πάνσεπτος Πατριαρχικός Ναός Ἁγίου Γεωργίου - Φανάριον.
[ 2΄ 39΄΄]

Ἦχος πλ. δ´.

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου. Εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰσάκουσόν μου, Κύριε.

Ψάλλει ὁ ἀείμνηστος Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Βασίλειος Νικολαΐδης.
[ 1΄ 46΄΄]

Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσάκουσόν μου, Κύριε.

Ψάλλει ὁ Ἄρχων Λαμπαδάριος τῆς Μ.τ.Χ.Ἐ. Βασίλειος Ἐμμανουηλίδης.
[ 1΄ 03΄΄]

Στιχηρὰ τῆς Ἑορτῆς

Ἦχος πλ. δ´.

Συγκαταβαίνων ὁ Σωτήρ, τῷ γένει τῶν ἀνθρώπων, κατεδέξατο σπαργάνων περιβολήν, οὐκ ἐβδελύξατο σαρκὸς τὴν περιτομήν, ὁ ὀκταήμερος κατὰ τὴν Μητέρα, ὁ ἄναρχος κατὰ τὸν Πατέρα. Αὐτῷ πιστοὶ βοήσωμεν· Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. (Δίς)

Οὐκ ἐπῃσχύνθη ὁ πανάγαθος Θεός, τῆς σαρκὸς τὴν περιτομὴν ἀποτμηθῆναι, ἀλλ' ἔδωκεν ἑαυτόν, τύπον καὶ ὑπογραμμόν, πᾶσι πρὸς σωτηρίαν· ὁ γὰρ τοῦ Νόμου Ποιητής, τὰ τοῦ Νόμου ἐκπληροῖ, καὶ τῶν προφητῶν τὰ κηρυχθέντα περὶ αὐτοῦ. Ὁ πάντα περιέχων δρακί, καὶ ἐν σπαργάνοις εἱληθείς, Κύριε δόξα σοι.

Ψάλλουν ἀμφότεροι οἱ Πατριαρχικοὶ χοροὶ μὲ Ἄρχοντα Πρωτ. τῆς Μ.τ.Χ.Ἐ. τὸν ἀείμνηστον Βασίλειον Νικολαΐδην καὶ Ἄρχοντα Λαμπαδάριον τὸν κ. Βασίλειον Ἐμμανουηλίδην.
Πάνσεπτος Πατριαρχικός Ναός Ἁγίου Γεωργίου - Φανάριον.
[ 4΄ 15΄΄]

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
Πάνσεπτος Πατριαρχικός Ναός Ἁγίου Γεωργίου, Φανάριον 31.12.1959
[ 5΄ 35΄΄]

Στιχηρὰ προσόμοια τοῦ Ἁγίου Βασιλείου

Ἦχος δ´. Ὁ ἐξ ὑψίστου κληθείς.

Ὁ ἐπωνύμως κληθεὶς τῆς βασιλείας, ὅτε τὸ βασίλειον σὺ Ἱεράτευμα, τὸ τοῦ Χριστοῦ ἔθνος ἅγιον, φιλοσοφίᾳ, καὶ ἐπιστήμῃ Πάτερ ἐποίμανας, τότε διαδήματι, σὲ κατεκόσμησε, τῆς βασιλείας Βασίλειε, βασιλευόντων, ὁ βασιλεύων καὶ πάντων Κύριος, ὁ τῷ τεκόντι συννοούμενος ἀϊδίως Υἱὸς καὶ συνάναρχος· ὅν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τάς ψυχὰς ἡμῶν.

Ἱεραρχίας στολαῖς ἠγλαϊσμένος, χαίρων ἀνεκήρυξας τὸ Εὐαγγέλιον, τῆς βασιλείας Βασίλειε, ὀρθοδοξίας, τῇ Ἐκκλησίᾳ βλύσας διδάγματα, οἷς νῦν φωτιζόμενοι, μίαν Θεότητα, τὴν ἐν Πατρὶ παντοκράτορι, μονογενεῖ τε, τοῦ Θεοῦ Λόγῳ καὶ θείῳ Πνεύματι, θεολογοῦμεν καὶ δοξάζομεν, ἐν προσώποις τρισὶν ἀδιαίρετον, ἣν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τάς ψυχὰς ἡμῶν.

Ὁ οὐρανίαις συνὼν χοροστασίαις, καὶ συναυλιζόμενος Πάτερ Βασίλειε, ὧν καὶ τὸν βίον ἐζήλωσας, τῇ λαμπροτάτῃ, εἰλικρινείᾳ τῆς πολιτείας σου, ἔτι μετὰ σώματος ἀναστρεφόμενος, τοῖς ἐπὶ γῆς ὥς τις ἄσαρκος· τοὺς ἐντρυφῶντας, τῆς θεοπνεύστου διδασκαλίας σου, ἐκ τῶν κινδύνων, καὶ τοῦ σκότους τῆς ἀγνωσίας, Χριστὸν τὸν Θεὸν ἡμῶν, καθικέτευε σῶσαι, καὶ φωτίσαι τάς ψυχὰς ἡμῶν.

Ψάλλει τὸ β´ ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
Πάνσεπτος Πατριαρχικός Ναός Ἁγίου Γεωργίου, Φανάριον 31.12.1959
[ 1΄ 10΄΄]

Ψάλλουν ἀμφότεροι οἱ Πατριαρχικοὶ χοροὶ μὲ Ἄρχοντα Πρωτ. τῆς Μ.τ.Χ.Ἐ. τὸν ἀείμνηστον Βασίλειον Νικολαΐδην καὶ Ἄρχοντα Λαμπαδάριον τὸν κ. Βασίλειον Ἐμμανουηλίδην.
[ 3΄ 30΄΄]

Δόξα... Ἦχος πλ. δ´.

Σοφίας ἐραστὴς γενόμενος Ὅσιε, καὶ πάντων τῶν ὄντων, τὴν πρὸς Θεὸν προκρίνας συμβίωσιν, μελέτην θανάτου, εἰκότως τῷ βίῳ κατέλιπες· τὰ γὰρ σαρκὸς πάθη, ἐγκρατείας πόνοις, σεαυτῷ περιελόμενος, καὶ θείου μελέτῃ Νόμου, ἀδούλωτον τῆς ψυχῆς τηρήσας τὸ ἀξίωμα, ἀρετῆς περιουσίᾳ, ὅλον τῆς σαρκὸς τὸ φρόνημα, καθυπέταξας τῷ πνεύματι· διὸ σάρκα μισήσας, καὶ κόσμον καὶ κοσμοκράτορα, παριστάμενος τῷ Χριστῷ, αἴτησαι ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
Πάνσεπτος Πατριαρχικός Ναός Ἁγίου Γεωργίου, Φανάριον 31.12.1959
[ 4΄ 17΄΄]

Καὶ νῦν... Ἦχος πλ. δ´.

Συγκαταβαίνων ὁ Σωτήρ...

Γενέσεως τὸ Ἀνάγνωσμα

Ὤφθη Κύριος τῷ Ἀβραάμ...

Ἀνάγνωσις υπὸ τοῦ ἀοιδίμου Οἰκ. Πατριάρχου κυροῦ Δημητρίου τοῦ Α´.
[ 0΄ 48΄΄]

Εἰς τὰ Ἀπόστιχα

Ἦχος α´. Βύζαντος.

Ὦ θεία καὶ ἱερὰ τῆς Χριστοῦ Ἐκκλησίας μέλισσα, Βασίλειε παμμακάριστε· σὺ γὰρ τοῦ θείου πόθου τῷ κέντρῳ, σεαυτὸν καθοπλίσας, τῶν θεοστυγῶν αἱρέσεων τάς βλασφημίας κατέτρωσας· καὶ ταῖς ψυχαῖς τῶν πιστῶν εὐσεβείας τὸν γλυκασμὸν ἐθησαύρισας· καὶ νῦν τοὺς θείους λειμῶνας, τῆς ἀκηράτου διερχόμενος νομῆς, μνημόνευε καὶ ἡμῶν, παρεστὼς τὴν Τριάδα τὴν ὁμοούσιον.

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
Πάνσεπτος Πατριαρχικός Ναός Ἁγίου Γεωργίου, Φανάριον 31.12.1959
[ 1΄ 19΄΄]

Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Ἦχος α´. Βασιλείου Μοναχοῦ.

Πάντων τῶν ἁγίων ἀνεμάξω τάς ἀρετάς, Πατὴρ ἡμῶν Βασίλειε, Μωϋσέως τὸ πρᾶον, Ἠλιοὺ τὸν ζῆλον, Πέτρου τὴν ὁμολογίαν, Ἰωάννου τὴν Θεολογίαν, ὡς ὁ Παῦλος ἐκβοῶν οὐκ ἐπαύσω· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ὅθεν σὺν αὐτοῖς αὐλιζόμενος, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.

Ἦχος β'. Ἰωάννου Μοναχοῦ.

Τῶν ὄντων ἐκμελετήσας τὴν φύσιν, καὶ πάντων περισκοπήσας τὸ ἄστατον, μόνον εὗρες ἀκίνητον, τὸν ὑπερουσίως ὄντα Δημιουργὸν τοῦ παντός, ᾧ καὶ μᾶλλον προσθέμενος, τῶν οὐκ ὄντων τὸν πόθον ἀπέρριψας. Πρέσβευε καὶ ἡμᾶς τοῦ θείου πόθου τυχεῖν, Ἱεροφάντα Βασίλειε.

Δόξα... Ἦχος πλ. β´.

Ὁ τὴν χάριν τῶν θαυμάτων οὐρανόθεν κομισάμενος, καὶ τὴν πλάνην τῶν εἰδώλων στηλιτεύσας ἐν τοῖς δόγμασιν, Ἀρχιερέων ὑπάρχεις δόξα καὶ ἑδραίωμα, παμμακάριστε Βασίλειε, καὶ πάντων τῶν Πατέρων διδασκαλίας ὑπόδειγμα. Παρρησίαν ἔχων πρὸς Χριστόν, αὐτὸν ἱκέτευε, σωθῆναι τάς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Ἦχος πλ. δ´.

Οὐκ επησχύνθη...

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
Πάνσεπτος Πατριαρχικός Ναός Ἁγίου Γεωργίου, Φανάριον 31.12.1959
[ 2΄ 01΄΄]

Ἀπολυτίκιον τοῦ Ἁγίου

Ἦχος α´.

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δι' οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας, Βασίλειον Ἱεράτευμα, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ψάλλει ὁ Ἄρχων Λαμπαδάριος τῆς Μ.τ.Χ.Ἐ. Βασίλειος Ἐμμανουηλίδης.
[ 0΄ 36΄΄]

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
Πάνσεπτος Πατριαρχικός Ναός Ἁγίου Γεωργίου, Φανάριον 31.12.1959
[ 0΄ 43΄΄]

Ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος α´.

Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ' οὐσίαν, πολυεύσπλαγχνε Κύριε· καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ· δόξα τῇ εὐσπλαγχνίᾳ σου· δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.

Ψάλλει ὁ ἀείμνηστος Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Βασίλειος Νικολαΐδης.
[ 0΄ 42΄΄]

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Εἰς τοὺς Αἴνους

Ἦχος πλ. α΄.

Αἰνεῖτε αὐτὸν...

Μέλος ἀργόν ὑπὸ Ἰακώβου Πρωτοψάλτου.
Ψάλλει ὁ Ἄρχων Λαμπαδάριος τῆς Μ.τ.Χ.Ἐ. Βασίλειος Ἐμμανουηλίδης, ἐνῷ ὁ δεξιὸς χορὸς ψάλλει τὸ «Εἰς πολλὰ ἔτη...» εἰς τὴν Α.Θ.Π.
[ 1΄ 52΄΄]

Ἦχος πλ. α´.

Ὅλος ἱερωμένος Θεῷ, καὶ ὁλοτρόπως ἐκ παιδὸς ἀνακείμενος, σοφίας τῆς ὑπερσόφου, καταυγασθεὶς ταῖς αὐγαῖς, τὴν τῶν ὄντων γνῶσιν διετράνωσας, λαμπρῶς ἐξηγούμενος, καὶ σοφῶς διηγούμενος, τὴν ἐν τοῖς οὖσιν, εὐταξίαν ποιούμενος, ἐπιγνώσεως, θειοτέρας ὑπόθεσιν. Ὅθεν σε θεοῤῥήμονα, καὶ θεῖον Διδάσκαλον, καὶ φωτοφόρον φωστῆρα, τῆς Ἐκκλησίας κηρύττομεν, Χριστὸν ἀνυμνοῦντες, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Ψάλλει ὁ Ἄρχων Λαμπαδάριος τῆς Μ.τ.Χ.Ἐ. Βασίλειος Ἐμμανουηλίδης.
[ 1΄ 26΄΄]

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Μεγαλυνάριον τοῦ Ἁγίου

Ἦχος β´.

Τὸν οὐρανοφάντορα τοῦ Χριστοῦ, μύστην τοῦ Δεσπότου, τὸν φωστῆρα τὸν φαεινόν, τὸν ἐκ Καισαρείας καὶ Καππαδόκων χώρας, Βασίλειον τὸν μέγαν, πάντες τιμήσωμεν.

Ψάλλει ὁ ἀείμνηστος Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Βασίλειος Νικολαΐδης.
[ 1΄ 12΄΄]

 

ΑΡΧΙΚΗ ] ΕΠΙΣΤΡΟΦΗ ] ΠΕΡΙΕΧΟΜΕΝΑ ]