Ὕμνοι Χριστουγέννων
ΚΥΡΙΑΚΗ ΤΩΝ ΠΡΟΠΑΤΟΡΩΝ
Δοξαστικὸν τῶν Αἴνων
Ἦχος βαρύς
Δεῦτε ἅπαντες, πιστῶς πανηγυρίσωμεν, τῶν πρὸ νόμου Πατέρων, Ἀβραὰμ καὶ τῶν σὺν αὐτῷ, τὴν ἐτήσιον μνήμην·
τοῦ Ἰούδα τὴν φυλήν, ἀξίως τιμήσωμεν· τοὺς ἐν Βαβυλῶνι Παῖδας, τοὺς σβέσαντας τὴν ἐν καμίνῳ φλόγα, ὡς τῆς Τριάδος τύπον,
σὺν τῷ Δανιὴλ εὐφημήσωμεν· τῶν Προφητῶν τὰς προῤῥήσεις ἀσφαλῶς κατέχοντες, μετὰ τοῦ Ἡσαΐου μεγαλοφώνως βοήσωμεν·
ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται Υἱὸν τὸν Ἐμμανουήλ· ὃ ἐστι μεθ' ἡμῶν ὁ Θεός.
Σύνθεσις ὑπὸ Θρ. Στανίτσα, Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ.
Ψάλλει ὁ Ἄρχων Δομέστικος τῆς Μ.τ.Χ.Ἐ. κ. Δημοσθένης Παϊκόπουλος
Ἱ. Ν. Αγίου Σπυρίδωνος, Αιγάλεω, 2002.
[ 5΄ 03΄΄]
ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ
Δοξαστικὸν τοῦ Ἑσπερινοῦ
Ἦχος πλ. β´.
Δανιὴλ ἀνὴρ ἐπιθυμιῶν, λίθον ἄνευ χειρὸς τμηθέντα, θεωρήσας σε Κύριε, βρέφος ἄνευ σπορᾶς, τεχθῆναι προηγόρευσε,
σὲ τὸν ἐκ Παρθένου σαρκωθέντα Λόγον, τόν ἀναλλοίωτον Θεόν, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Ψάλλει ἡ χορῳδία τοῦ Συλλόγου Μουσικοφίλων Κων/πόλεως.
Ψάλλει ἡ χορῳδία τοῦ Συλλόγου Μουσικοφίλων Κων/πόλεως.
[ 2΄ 12΄΄]
Δοξαστικὸν τῶν Αἴνων
Ἦχος πλ. δ´.
Τῶν νομικῶν διδαγμάτων ὁ σύλλογος, τὴν ἐν σαρκὶ ἐμφανίζει τοῦ Χριστοῦ θείαν Γέννησιν,
τοῖς πρὸ τοῦ νόμου τὴν χάριν εὐαγγελιζομένοις, ὡς ὑπὲρ νόμον τῇ πίστει ὑπάρξασιν· ὅθεν τῆς φθορᾶς
ἀπαλλαγῆς οὖσαν πρόξενον, ταῖς ἐν ᾅδῃ κατεχομέναις ψυχαῖς προεκήρυττον, διὰ τῆς ἀναστάσεως· Κύριε δόξα σοι.
Ψάλλει ἡ χορῳδία τοῦ Συλλόγου Μουσικοφίλων Κων/πόλεως.
[ 3΄ 19΄΄]
ΕΙΣ ΤΑΣ ΜΕΓΑΛΑΣ ΩΡΑΣ
Ἰδιόμελον α´ Ὥρας
Ἦχος πλ. δ´.
Βηθλεὲμ ἑτοιμάζου, εὐτρεπιζέσθω ἡ φάτνη, τὸ Σπήλαιον δεχέσθω· ἡ ἀλήθεια ἦλθεν, ἡ σκιὰ παρέδραμε,
καὶ Θεὸς ἀνθρώποις ἐκ Παρθένου πεφανέρωται, μορφωθείς τὸ καθ' ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα.
Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.
Ψάλλει ἡ χορῳδία τοῦ Συλλόγου Μουσικοφίλων Κων/πόλεως.
[ 1´ 57´´]
Δοξαστικὸν ς´ Ὥρας
Ἦχος πλ. α´.
Δεῦτε χριστοφόροι λαοὶ κατίδωμεν, θαῦμα πᾶσαν ἔννοιαν, ἐκπλῆττον καὶ συνέχον·
καὶ εὐσεβῶς προσκυνοῦντες, πίστει ἀνυμνήσωμεν. Σήμερον πρὸς Βηθλεέμ, ἐγκυμονοῦσα Κόρη παραγίνεται,
τοῦ γεννῆσαι τὸν Κύριον· χοροὶ δέ, Ἀγγέλων προτρέχουσι.
Καὶ ταῦτα βλέπων ἐβόα, Ἰωσὴφ ὁ Μνήστωρ· Τί τὸ ἐν σοὶ ξένον μυστήριον Παρθένε;
καὶ πῶς μέλλεις λοχεῦσαι, ἡ ἀπειρόζυγος Δάμαλις;
Ψάλλει ἡ χορῳδία τοῦ Συλλόγου Μουσικοφίλων Κων/πόλεως.
[ 3´ 30´´]
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ἰδιόμελα
Ἦχος β´.
Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος ἐκ τῆς ἁγίας Παρθένου, πεφώτισται τὰ σύμπαντα·
Ποιμένων γὰρ ἀγραυλούντων, καὶ Μάγων προσκυνούντων, Ἀγγέλων ἀνυμνούντων, Ἡρῴδης ἐταράττετο·
ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη, Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ψάλλει ὁ Ἄρχων Δομέστικος τῆς Μ.τ.Χ.Ἐ. Δημοσθένης Παϊκόπουλος
[ 1´ 09´´]
Τί σοι προσενέγκωμεν Χριστέ, ὅτι ὤφθης ἐπὶ γῆς ὡς ἄνθρωπος δι' ἡμᾶς;
ἕκαστον γὰρ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, τὴν εὐχαριστίαν σοι προσάγει·
οἱ Ἄγγελοι τὸν ὕμνον, οἱ οὐρανοὶ τὸν Ἀστέρα, οἱ Μάγοι τὰ δῶρα, οἱ Ποιμένες τὸ θαῦμα,
ἡ γῆ τὸ σπήλαιον, ἡ ἔρημος τὴν φάτνην·
ἡμεῖς δὲ Μητέρα Παρθένον· ὁ πρὸ αἰώνων Θεὸς ἐλέησον ἡμᾶς.
Ψάλλει ὁ ἀείμνηστος Πρωτοψάλτης Δημήτρης Μαγούρης.
[ 2´ 27´´]
Δοξαστικόν
Ἦχος β´.
Αὐγούστου μοναρχήσαντος ἐπὶ τῆς γῆς, ἡ πολυαρχία τῶν ἀνθρώπων ἐπαύσατο·
καὶ σοῦ ἐνανθρωπήσαντος ἐκ τῆς Ἁγνῆς, ἡ πολυθεΐα τῶν εἰδώλων κατήργηται.
Ὑπὸ μίαν βασιλείαν ἐγκόσμιον, αἱ πόλεις γεγένηνται·
καὶ εἰς μίαν Δεσποτείαν Θεότητος, τὰ Ἔθνη ἐπίστευσαν.
Ἀπεγράφησαν οἱ λαοί, τῷ δόγματι τοῦ Καίσαρος·
ἐπεγράφημεν οἱ πιστοί, ὀνόματι θεότητος, σοῦ τοῦ ἐνανθρωπήσαντος Θεοῦ ἡμῶν.
Μέγα σου τὸ ἔλεος, δόξα σοι.
Ψάλλει ὁ Ἄρχων Δομέστικος τῆς Μ.τ.Χ.Ἐ. Δημοσθένης Παϊκόπουλος
[ 4´ 46´´]
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἀπολυτίκιον
Ἦχος δ´.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἡ γέννησίς σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ τὸ φῶς τὸ τῆς γνώσεως·
ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης,
καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν· Κύριε δόξα σοι.
Ψάλλουν οἱ χοροὶ τῆς Ἱερᾶς Θεολογικῆς Σχολῆς τῆς Χάλκης, 1961
[ 2´ 55´´]
Καθίσματα
Ἦχος δ´.
Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός·
ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων.
Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ· ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον·
Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι,
ἐκ τῆς Παρθένου καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.
Τί θαυμάζεις Μαριάμ; τί ἐκθαμβεῖσαι τῷ ἐν σοί;
Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα.
Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν, ἄσπορον γονὴν τίς ἑώρακεν;
ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται.
Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.
Ὁ ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρί;
ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός;
πάντως ὡς οἶδεν, ὡς ἠθέλησε, καὶ ὡς ηὐδόκησεν.
Ἄσαρκος γὰρ ὢν, ἐσαρκώθη ἑκών, καὶ γέγονεν ὁ Ὢν, ὃ οὐκ ἦν δι' ἡμᾶς·
καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος.
Διπλοῦς ἐτέχθη, Χριστὸς τὸν ἄνω, κόσμον θέλων ἀναπληρῶσαι.
Ψάλλουν οἱ χοροὶ τῆς Ἱερᾶς Θεολογικῆς Σχολῆς τῆς Χάλκης, 1961
[ 4´ 37´´]
Εἰς τὸν Ν´ ψαλμόν
Ἦχος β´.
Δόξα... Τὰ σύμπαντα σήμερον, χαρᾶς πληροῦνται· Χριστὸς ἐτέχθη ἐκ τῆς Παρθένου.
Ἦχος πλ. β´.
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη.
Σήμερον δέχεται ἡ Βηθλεέμ, τὸν καθήμερον διὰ παντὸς σὺν Πατρί.
Σήμερον Ἄγγελοι τὸ βρέφος τὸ τεχθέν, θεοπρεπῶς δοξολογοῦσι.
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ψάλλει ὁ α´ χορὸς τῆς Ἱερᾶς Θεολογικῆς Σχολῆς τῆς Χάλκης, 1961
[ 2´ 24´´]
Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας, 1974
[ 2´ 33´´]
Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Βασίλειος Νικολαΐδης.
[ 1´ 57´´]
Κανόνες, Καταβασίαι
Ἦχος α´.
Χριστὸς γεννᾶται, δοξάσατε·
Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε·
Χριστὸς ἐπὶ γῆς, ὑψώθητε.
ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ·
καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.
Α΄ ᾠδὴ τῶν κανόνων
Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας, 1974
[ 2´ 25´´]
Εἱρμοὶ διπλῶν Καταβασιῶν.
Χριστός γεννάται... Ἔσωσε λαόν...
Ψάλλουν ὁ Σχολάρχης Σεβ. Μητρ. Σταυρουπόλεως Μάξιμος καὶ ὁ Β΄ χορὸς τῆς Ἱερᾶς Θεολογικῆς Σχολῆς τῆς Χάλκης, 1961
[ 3΄ 37΄΄]
Διπλαὶ Καταβασίαι και ἡ θ΄ ᾠδὴ τῶν κανόνων
Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας, 1974
[ 9´ 14´´]
Διπλαὶ καταβασίαι Χριστουγέννων
Ψάλλουν ὁ Ἄρχων Πρωτ. τῆς Μ.τ.Χ.Ἐ Βασίλειος Νικολαΐδης καὶ ὁ Ἄρχων Λαμπαδάριος αὐτῆς Βασίλειος Ἐμμανουηλίδης.
Μέρος α´ [ 7´ 02´´]
Μέρος β´ [ 6´ 00´´]
Θ´ ᾠδὴ τῶν Χριστουγέννων
Ψάλλουν ὁ Ἄρχων Πρωτ. τῆς Μ.τ.Χ.Ἐ Βασίλειος Νικολαΐδης καὶ ὁ Ἄρχων Λαμπαδάριος αὐτῆς Βασίλειος Ἐμμανουηλίδης.
Μέρος α´ [ 6´ 09´´]
Μέρος β´ [ 2´ 07´´]
Εἱρμοὶ α´ καὶ ζ´ ᾠδῶν τῶν Καταβασιῶν
Χριστός γεννάται...
Τῷ παντάνακτος...
Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Κωνσταντῖνος Πρίγγος
[ 4´ 06´´]
Εἱρμὸς α´ ᾠδῆς ἰαμβικοῦ κανόνος
Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης,
Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι.
Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν,
Πόλου τίθησιν ἡμῖν, ὃν κατ’ οὐσίαν,
Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν.
Ψάλλει ὁ Ἄρχων Δομέστικος τῆς Μ.τ.Χ.Ἐ. Δημοσθένης Παϊκόπουλος
[ 2´ 39´´]
Εἱρμὸς θ´ ᾠδῆς ἰαμβικοῦ κανόνος
Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,
Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,
Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,
Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,
Ὅση πέφυκεν ἡ προαίρεσις δίδου.
Ψάλλει ὁ Ἄρχων Δομέστικος τῆς Μ.τ.Χ.Ἐ. Δημοσθένης Παϊκόπουλος
[ 2´ 38´´]
Ἐξαποστειλάριον
Ἦχος γ´.
Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν,
καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν,
καὶ γὰρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος.
Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας, 1974
[ 1΄ 05΄΄]
Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Βασίλειος Νικολαΐδης.
[ 1΄ 04΄΄]
Ἐις τοὺς Αἴνους, τὰ Ἰδιόμελα
Ἦχος δ´.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Εὐφραίνεσθε Δίκαιοι, οὐρανοὶ ἀγαλλιᾶσθε·
σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος·
Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη,
βαστάζουσα ἐν κόλποις, Θεόν Λόγον σαρκωθέντα.
Ποιμένες τὸν τεχθέντα δοξάζουσι.
Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν.
Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν·
Ἀκατάληπτε Κύριε, δόξα σοι
Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας, 1974
[ 3΄ 08΄΄]
Ὁ Πατὴρ εὐδόκησεν, ὁ Λόγος σάρξ ἐγένετο,
καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν ἐνανθρωπήσαντα·
Ἀστὴρ μηνύει, Μάγοι προσκυνοῦσι·
Ποιμένες θαυμάζουσι, καὶ ἡ κτίσις ἀγάλλεται.
Ψάλλει ὁ Ἄρχων Λαμπαδάριος τῆς Μ.τ.Χ.Ἐ. κ. Βασίλειος Ἐμμανουηλίδης.
[ 0´ 49´´]
Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτήρα,
ἀνέτρεψας τὴν πρώτην κατάραν τῆς Εὔας,
ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας τοῦ Πατρός,
βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα·
οὐ φέρει τὸ μυστήριον ἔρευναν·
πίστει μόνῃ τοῦτο πάντες δοξάζομεν,
κράζοντες μετὰ σοῦ καὶ λέγοντες·
Ἀνερμήνευτε Κύριε, δόξα σοι.
Δεῦτε ἀνυμνήσωμεν τὴν Μητέρα τοῦ Σωτῆρος,
τὴν μετὰ τόκον πάλιν ὀφθεῖσαν Παρθένον.
Χαίροις Πόλις ἔμψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ,
ἐν ᾗ Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο.
Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν σε·
μετὰ τῶν Ποιμένων δοξάζομεν κράζοντες·
Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ σαρκωθέντι, σωθῆναι ἡμᾶς.
Ψάλλουν οἱ χοροὶ τῆς Ἱερᾶς Θεολογικῆς Σχολῆς τῆς Χάλκης, 1961
[ 3´ 39´´]
Δοξαστικόν
Δόξα... Ἦχος πλ. β´.
Ὅτε καιρός, τῆς ἐπὶ γῆς παρουσίας σου, πρώτη ἀπογραφὴ τῇ οἰκουμένῃ ἐγένετο,
τότε ἔμελλες τῶν ἀνθρώπων ἀπογράφεσθαι τὰ ὀνόματα, τῶν πιστευόντων τῷ τόκῳ σου·
διὰ τοῦτο τὸ τοιοῦτον δόγμα, ὑπὸ Καίσαρος ἐξεφωνήθη·
τῆς γὰρ αἰωνίου σου βασιλείας, τὸ ἄναρχον ἐκαινουργήθη.
Διό σοι προσφέρομεν καὶ ἡμεῖς, ὑπὲρ τὴν χρηματικὴν φορολογίαν,
ὀρθοδόξου πλουτισμὸν θεολογίας, τῷ Θεῷ καὶ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.
Ψάλλει ὁ α´ χορὸς τῆς Ἱερᾶς Θεολογικῆς Σχολῆς τῆς Χάλκης, 1961
[ 3´ 15´´]
Καὶ νῦν. Ἦχος β´.
Σήμερον ὁ Χριστός ἐν Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου·
σήμερον ὁ ἄναρχος ἄρχεται, καὶ ὁ Λόγος σαρκοῦται·
αἱ δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται,
καὶ ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται·
οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν·
οἱ Ποιμένες τὸ θαῦμα κηρύττουσιν·
ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν·
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ψάλλει ὁ Ἄρχων Λαμπαδάριος τῆς Μ.τ.Χ.Ἐ. κ. Βασίλειος Ἐμμανουηλίδης.
[ 2´ 29´´]
Ψάλλει ὁ β´ χορὸς τῆς Ἱερᾶς Θεολογικῆς Σχολῆς τῆς Χάλκης, 1961
[ 2´ 00´´]
ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗN ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣIN
Δοξαστικὸν τῶν Αἴνων
Ἦχος πλ. δ´.
Αἷμα καὶ πῦρ, καὶ ἀτμίδα καπνοῦ· τέρατα γῆς, ἃ προεῖδεν Ἰωήλ·
αἷμα τὴν Σάρκωσιν· πῦρ τὴν Θεότητα·
ἀτμίδα δὲ καπνοῦ, τὸ Πνεῦμα τὸ ἅγιον,
τὸ ἐπελθὸν τῇ Παρθένῳ, καὶ κόσμον εὐωδιάσαν.
Μέγα τὸ μυστήριον τῆς σῆς ἐνανθρωπήσεως. Κύριε δόξα σοι.
Ψάλλει ἡ χορῳδία τοῦ Συλλόγου Μουσικοφίλων Κων/πόλεως.
[ 3´ 36´´]
|