Νικόλαος Δανιηλίδης

Ἄρχων Λαμπαδάριος τῆς Μ.τ.Χ.Ἐ.

Οἱ ἐξ ἀσεβείας...

Δοξαστικὸν τῶν Ἀποστιχων τοῦ Ἑσπερινοῦ τῆς Κυριακῆς τῆς Ὀρθοδοξίας

Δόξα... Ἦχος β´.

Οἱ ἐξ ἀσεβείας, εἰς εὐσέβειαν προβάντες, καὶ τῷ φωτὶ τῆς γνώσεως ἐλλαμφθέντες, ψαλμικῶς τὰς χεῖρας κροτήσωμεν, εὐχαριστήριον αἶνον Θεῷ προσάγοντες· καὶ τὰς ἐν τοίχοις καὶ πίναξι, καὶ ἱεροῖς σκεύεσιν ἐγχαραχθείσας ἱερὰς Χριστοῦ Εἰκόνας, τῆς Πανάγνου, καὶ πάντων τῶν Ἁγίων, τιμητικῶς προσκυνήσωμεν, ἀποβαλλόμενοι τὴν δυσσεβῆ τῶν κακοδόξων θρησκείαν· ἡ γὰρ τιμὴ τῆς Εἰκόνος, ὥς φησι Βασίλειος, ἐπὶ τὸ πρωτότυπον διαβαίνει· αἰτούμενοι ταῖς πρεσβείαις τῆς ἀχράντου σου Μητρός, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ πάντων τῶν Ἁγίων, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Ψάλλει ὁ Ἄρχων Λαμπαδάριος τῆς Μ.τ.Χ.Ἐ. Νικόλαος Δανιηλίδης. (1963)
[ 3΄ 46΄΄]

Βιογραφικόν

Τὴν τιμιωτέραν...

Ἡμέρα χαρμόσυνος...

Ἀπολυτίκια

Μάρτυρες Κυρίου... Τὰ οὐράνια ὑμνεῖ σε..

Ἐλέησόν με ὁ Θεός...

Ἐπιστροφή