Κυριακὴ τῆς Πεντηκοστῆς

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Ἦχος α’.

Κύριε ἐκέκραξα...

Πεντηκοστὴν ἑορτάζομεν...

Πάντα χορηγεῖ...

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Κωνσταντῖνος Πρίγγος.
[ 5΄ 20΄΄]

ΚΑΤΑΒΑΣΙΑΙ

Ἦχος δ’.

Θείῳ καλυφθείς...

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
[ 1΄ 56΄΄]

Εἱρμὸς γ´ ᾨδῆς

Ἔῤῥηξε γαστρὸς ἠτεκνωμένης πέδας,
Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης,
Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι
Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,
Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων.

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Λεωνίδας Ἀστέρης.
Ἱ.Ν. Ἁγίας Τριάδος Πέραν, 9.6.2000.
[ 0΄ 38΄΄]

 

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

Δοξαστικόν. Ἦχος πλ β´.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθέ, καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῷσον ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Κωνσταντῖνος Πρίγγος.
[ 2΄ 09΄΄]

Τῇ ἑπομένῃ, ἡ Δευτέρα τοῦ Ἁγίου Πνεύματος

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

Ἦχος β’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Ἐν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδὸν σωτηρίας, καὶ ἐν Ἀποστόλοις ἔλαμψε, Σωτὴρ ἡμῶν, ἡ χάρις τοῦ Πνεύματός σου, σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰῶνας σὺ εἶ ὁ Θεὸς ἡμῶν.

Ψάλλουν ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας
καὶ ὁ Ἄρχων Δομέστικος αὐτῆς Ἀνδρέας Πετρόχειλος.
Ἱερὰ Μονὴ Παρακλήτου Ἀττικῆς.
[ 6΄ 37΄΄]

 

Δοξαστικόν. Ἦχος πλ δ´.

Γλῶσσαι ποτὲ συνεχύθησαν, διὰ τὴν τόλμαν τῆς πυργοποιΐας, γλῶσσαι δὲ νῦν ἐσοφίσθησαν, διὰ τὴν δόξαν τῆς θεογνωσίας. Ἐκεῖ κατεδίκασε Θεὸς τοὺς ἀσεβεῖς τῷ πταίσματι, ἐνταῦθα ἐφώτισε Χριστός τοὺς ἁλιεῖς τῷ Πνεύματι. Τότε κατειργάσθη ἡ ἀφωνία, πρὸς τιμωρίαν ἄρτι καινουργεῖται ἡ συμφωνία, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Λεωνίδας Ἀστέρης.
Ἱ.Ν. Ἁγίας Τριάδος Πέραν, 9.6.2000.
[ 4΄ 14΄΄]

 

ΑΡΧΙΚΗ ] ΕΠΙΣΤΡΟΦΗ ] ΠΕΡΙΕΧΟΜΕΝΑ ]